Posts

Showing posts from February, 2019

Michael Psellos on Byzantine Art

Image
Εἰκόνων ἐγὼ θεατὴς ἀκριβέστατος. Ἀλλά με μία, κάλλει ἀφάτῳ ἐκπλήξασα, καὶ οἷον ἀστραπῆς βολῇ τὰς αἰσθήσεις πηρώσασα, ἀφείλετό μου τὴν περὶ τὸ πρᾶγμα δύναμίν τε καὶ σύνεσιν. Εἶχε δὲ παράδειγμα αὕτη τὴν θεομήτορα καὶ πρὸς ἐκείνην ἐγέγραπτο. Ἀλλ’ εἰ μὲν ἐμφερὴς ἐκείνῳ τῷ ὑπερφυεῖ καθειστήκει ἀγάλματι, οὐ πάνυ τι οἶδα. Ὅτι δὲ συγκραθέντατὰ χρώματα σαρκὸς φύσιν ἀπεμιμήσαντο, τοῦτο καὶ τοσοῦτον ἐπίσταμαι· τὸ γὰρ εἶδος ἄληπτόν μοι καὶ τότε τῇ ὄψει, καὶ νῦντῇ ἐννοίᾳ καθίσταται. Γράφω γοῦν, οὐχ ὅπερ τεθέαμαι, ἀλλ’ ὃ πέπονθα· ἔοικε γάρ, μεταβεβλημένη τὴν φύσιν παντάπασι, καὶ πρὸς τὸ θεοειδὲς μεταμορφωθῆναι κάλλος, καὶ τὴν ἐκ τῶν ὀφθαλμῶν αἴσθησιν ὑπερβαίνουσα. Ἀλλ’ οὔτε βλοσυρά τίς ἐστιν ἐντεῦθεν, οὔτ’ αὖθις ἑνικῷ κάλλει κομᾷ. Ἀλλ’ ὑπὲρ ἄμφω τὰ μέτρα ἐστί, καὶ τοσοῦτον εἰς γνῶσιν καταβᾶσα, ὅσον μὴ γινώσκεσθαι τὴν μορφήν, ἀλλ’ ἐκπληττειν τὸν θεατήν. Πεποίηται μὲν οὖν πρεσβείαν ποιουμένη πρὸς τὸν υἱὸν, καὶ τοῖς ἀνθρώποις ἐκκαλουμένη τὸν ἔλεον· τοῦτο δὴ τὸ σύνηθες ἔν τε ἀληθείᾳ